Топ за месяц!🔥
Книжки » Книги » Разная литература » «Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма - Сергей Петров 📕 - Книга онлайн бесплатно

Книга «Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма - Сергей Петров

18
0
На нашем литературном портале можно бесплатно читать книгу «Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма - Сергей Петров полная версия. Жанр: Книги / Разная литература. Онлайн библиотека дает возможность прочитать весь текст произведения на мобильном телефоне или десктопе даже без регистрации и СМС подтверждения на нашем сайте онлайн книг knizki.com.

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 59 60
Перейти на страницу:
ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους, πάντα ἐπαρκῶς παρίεμεν αὐτοῖς.

40

…ξενισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ίερὸν Ἀργαριζὶν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος ὑψίστου· παρὰ δὲ τοῦ Μελχισεδὲκ ἱερέως ὄντος τοῦ θεοῦ καὶ βασιλεύοντος λαβεῖν δῶρα.

41

Ὅτι ὁ διάδοχος Πρόκλου, φησίν, ὁ Μαρῖνος, γένος ἦν ἀπὸ τῆς ἐν Παλαιστίνῃ Νέας Πόλεως, πρὸς ὄρει κατῳκισμένης τῷ Ἀργαρίζῳ καλουμένῳ. Εἶτα, βλασφημῶν ὁ δυσσεβής φησιν ὁ συγγραφεύς· Ἐν ᾧ ∆ιὸς ὑψίστου ἁγιώτατον ἱερόν, ᾧ καθιέρωτο Ἄβραμος ὁ τῶν πάλαι Ἑβραίων πρόγονος, ὡς αὐτὸς ἔλεγεν ὁ Μαρῖνος.

42

Καταστρέψαντος δὲ τοῦ Ἰωάννου τὸν βίον διαδέχεται τὴν ἀρχιερωσύνην ὁ υἱὸς αὐτοῦ Ἰαδδοῦς. ἦν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς ὄνομα, ᾧ Σαναβαλλέτης ὁ πεμφθεὶς εἰς Σαμάρειαν ὑπὸ Δαρείου τοῦ τελευταίου βασιλέως σατράπης Χουθαῖος τὸ γένος, ἐξ ὧν καὶ οἱ Σαμαρεῖς εἰσιν, εἰδὼς λαμπρὰν οὖσαν τὴν πόλιν Ἱεροσόλυμα καὶ πολλὰ τοῖς Ἀσσυρίοις καὶ τοῖς ἐν τῇ κοίλῃ Συρίᾳ κατοικοῦσιν τοὺς ἐν αὐτῇ βασιλεῖς πράγματα παρασχόντας, ἀσμένως συνῴκισεν τὴν αὐτοῦ θυγατέρα Νικασὼ καλουμένην, οἰόμενος τὴν ἐπιγαμίαν ὅμηρον αὐτῷ γενήσεσθαι πρὸς τὴν ἀπὸ τοῦ τῶν Ἰουδαίων ἔθνους παντὸς εὔνοιαν.

43

Οἱ δὲ τῶν Ἱεροσολυμιτῶν πρεσβύτεροι δεινοπαθοῦντες ἐπὶ τῷ τὸν Ἰαδδοῦ τοῦ ἀρχιερέως ἀδελφὸν ἀλλοφύλῳ συνοικοῦντα μετέχειν τῆς ἀρχιερωσύνης ἐστασίαζον πρὸς αὐτόν: ἡγοῦντο γὰρ τὸν τούτου γάμον ἐπιβάθραν τοῖς παρανομεῖν περὶ τὰς τῶν γυναικῶν συνοικήσεις βουλησομένοις γενέσθαι καὶ τῆς πρὸς τοὺς ἀλλοφύλους αὐτοῖς κοινωνίας ἀρχὴν τοῦτο ἔσεσθαι. ὑπάρξαι μέντοι καὶ τῆς προτέρας αἰχμαλωσίας αὐτοῖς καὶ τῶν κακῶν αἴτιον τὸ περὶ τοὺς γάμους πλημμελῆσαί τινας καὶ ἀγαγέσθαι γυναῖκας οὐκ ἐπιχωρίας. ἐκέλευον οὖν τὸν Μανασσῆν διαζεύγνυσθαι τῆς γυναικὸς ἢ μὴ προσιέναι τῷ θυσιαστηρίῳ. τοῦ δ᾽ ἀρχιερέως τῷ λαῷ συναγανακτοῦντος καὶ εἴργοντος τὸν ἀδελφὸν τοῦ βωμοῦ, παραγενόμενος ὁ Μανασσῆς πρὸς τὸν πενθερὸν Σαναβαλλέτην στέργειν μὲν ἔλεγεν αὐτοῦ τὴν θυγατέρα Νικασώ, τῆς μέντοι γε ἱερατικῆς τιμῆς μεγίστης οὔσης ἐν τῷ ἔθνει καὶ τῷ γένει παραμενούσης οὐ βούλεσθαι δι᾽ αὐτὴν στέρεσθαι. τοῦ δὲ Σαναβαλλέτου μὴ μόνον τηρήσειν αὐτῷ τὴν ἱερωσύνην, ἀλλὰ καὶ τὴν ἀρχιερατικὴν παρέξειν δύναμιν καὶ τιμὴν ὑπισχνουμένου καὶ πάντων ἀποδείξειν ὧν αὐτὸς ἐπῆρχεν τόπων ἡγεμόνα βουλόμενον συνοικεῖν αὐτοῦ τῇ θυγατρί, καὶ λέγοντος οἰκοδομήσειν ναὸν ὅμοιον ὄντα τῷ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τοῦ Γαριζεὶν ὄρους, ὃ τῶν κατὰ τὴν Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον, καὶ ταῦτα ποιήσειν ἐπαγγελλομένου μετὰ τῆς Δαρείου γνώμης τοῦ βασιλέως, ἐπαρθεὶς ταῖς ὑποσχέσεσιν ὁ Μανασσῆς παρέμενεν τῷ Σαναβαλλέτῃ τὴν ἀρχιερωσύνην οἰόμενος ἕξειν Δαρείου δόντος: καὶ γὰρ συνέβαινεν τὸν Σαναβαλλέτην ἤδη πρεσβύτερον εἶναι. πολλῶν δὲ ἱερέων καὶ Ἰσραηλιτῶν τοιούτοις γάμοις ἐπιπεπλεγμένων κατεῖχεν οὐ μικρὰ ταραχὴ τοὺς Ἱεροσολυμίτας: ἀφίσταντο γὰρ ἅπαντες πρὸς τὸν Μανασσῆν τοῦ Σαναβαλλέτου χορηγοῦντος αὐτοῖς καὶ χρήματα καὶ χώραν εἰς γεωργίαν καὶ κατοίκησιν ἀπομερίζοντος καὶ παντὶ τρόπῳ τῷ γαμβρῷ συμφιλοκαλοῦντος.

44

Νομίσας δὲ καιρὸν ἐπιτήδειον ἔχειν ὁ Σαναβαλλέτης τῆς ἐπιβολῆς Δαρείου μὲν ἀπέγνω, λαβὼν δὲ ὀκτακισχιλίους τῶν ἀρχομένων ὑπ᾽ αὐτοῦ πρὸς Ἀλέξανδρον ἧκεν καὶ καταλαβὼν αὐτὸν ἀρχόμενον τῆς Τύρου πολιορκίας, ὧν τε αὐτὸς ἄρχει τόπων ἔλεγεν αὐτῷ παραδιδόναι τούτους καὶ δεσπότην αὐτὸν ἡδέως ἔχειν ἀντὶ Δαρείου τοῦ βασιλέως. ἀσμένως δ᾽ αὐτὸν προσδεξαμένου θαρρῶν ἤδη περὶ τῶν προκειμένων ὁ Σαναβαλλέτης αὐτῷ λόγους προσέφερεν δηλῶν, ὡς γαμβρὸν μὲν ἔχοι Μανασσῆ τοῦ τῶν Ἰουδαίων ἀρχιερέως Ἰαδδοῦ ἀδελφόν, πολλοὺς δὲ καὶ ἄλλους αὐτῷ συμπαρόντας τῶν ὁμοεθνῶν θέλειν ἱερὸν ἐν τοῖς ὑπ᾽ ἐκείνῳ τόποις ἤδη κατασκευάσαι. τοῦτο δ᾽ εἶναι καὶ τῷ βασιλεῖ συμφέρον εἰς δύο διῃρῆσθαι τὴν Ἰουδαίων δύναμιν, ἵνα μὴ ὁμογνωμονοῦν τὸ ἔθνος μηδὲ συνεστός, εἰ νεωτερίσειέν ποτε, χαλεπὸν ᾖ τοῖς βασιλεῦσιν, καθὼς καὶ πρότερον τοῖς Ἀσσυρίων ἄρξασιν ἐγένετο. συγχωρήσαντος δὲ Ἀλεξάνδρου πᾶσαν εἰσενεγκάμενος σπουδὴν ᾠκοδόμησεν ὁ Σαναβαλλέτης τὸν ναὸν καὶ ἱερέα τὸν Μανασσῆ κατέστησεν, μέγιστον γέρας ἡγησάμενος τοῖς ἐκ τῆς θυγατρὸς γενησομένοις τοῦτ᾽ ἔσεσθαι.

45

Ὁ μὲν οὖν Ἀλέξανδρος ταῦτα διοικησάμενος ἐν τοῖς Ἱεροσολύμοις ἐξεστράτευσεν ἐπὶ τὰς ἐχομένας πόλεις. πάντων δ᾽ αὐτὸν πρὸς οὓς ἀφίκοιτο φιλοφρόνως ἐκδεχομένων, Σαμαρεῖται μητρόπολιν τότε τὴν Σίκειμαν ἔχοντες κειμένην πρὸς τῷ Γαριζεὶν ὄρει καὶ κατῳκημένην ὑπὸ τῶν ἀποστατῶν τοῦ Ἰουδαίων ἔθνους, ἰδόντες ὅτι τοὺς Ἰουδαίους Ἀλέξανδρος οὕτω λαμπρῶς τετίμηκεν ἔγνωσαν αὑτοὺς Ἰουδαίους ὁμολογεῖν. εἰσὶν γὰρ οἱ Σαμαρεῖς τοιοῦτοι τὴν φύσιν, ὡς ἤδη που καὶ πρότερον δεδηλώκαμεν: ἐν μὲν ταῖς συμφοραῖς ὄντας τοὺς Ἰουδαίους ἀρνοῦνται συγγενεῖς ὁμολογοῦντες τότε τὴν ἀλήθειαν, ὅταν δέ τι λαμπρὸν περὶ αὐτοὺς ἴδωσιν ἐκ τύχης, ἐπιπηδῶσιν αὐτῶν τῇ κοινωνίᾳ προσήκειν αὐτοῖς λέγοντες καὶ ἐκ τῶν Ἰωσήπου γενεαλογοῦντες αὑτοὺς ἐκγόνων Ἐφραίμου καὶ Μανασσοῦς. μετὰ λαμπρότητος οὖν καὶ πολλὴν ἐνδεικνύμενοι τὴν περὶ αὐτὸν προθυμίαν ἀπήντησαν τῷ βασιλεῖ μικροῦ δεῖν ἐγγὺς τῶν Ἱεροσολύμων. ἐπαινέσαντος δὲ αὐτοὺς Ἀλεξάνδρου οἱ Σικιμῖται προσῆλθον αὐτῷ προσπαραλαβόντες καὶ οὓς Σαναβαλλέτης πρὸς αὐτὸν στρατιώτας ἀπέστειλεν καὶ παρεκάλουν παραγενόμενον εἰς τὴν πόλιν αὐτῶν τιμῆσαι καὶ τὸ παρ᾽ αὐτοῖς ἱερόν. ὁ δ᾽ ἐκεῖνο μὲν αὖθις ὑποστρέφων ἰδεῖν ὑπέσχετο πρὸς αὐτούς, ἀξιούντων δὲ ἀφεῖναι τὸν φόρον αὐτοῖς τοῦ ἑβδοματικοῦ ἔτους, οὐδὲ γὰρ αὐτοὺς ἐν αὐτῷ σπείρειν, τίνες ὄντες ταῦτα παρακαλοῦσιν ἐπυνθάνετο. τῶν δ᾽ εἰπόντων Ἑβραῖοι μὲν εἶναι, χρηματίζειν δ᾽ οἱ ἐν Σικίμοις Σιδώνιοι, πάλιν αὐτοὺς ἐπηρώτησεν, εἰ τυγχάνουσιν Ἰουδαῖοι. τῶν δ᾽ οὐκ εἶναι φαμένων «ἀλλ᾽ ἔγωγε ταῦτ᾽, εἶπεν, Ἰουδαίοις ἔδωκα, ὑποστρέψας μέντοι γε καὶ διδαχθεὶς ὑφ᾽ ὑμῶν ἀκριβέστερον ποιήσω τὰ δόξαντα.» τοῖς μὲν οὖν Σικιμίταις οὕτως ἀπετάξατο. τοὺς δὲ τοῦ Σαναβαλλέτου στρατιώτας ἐκέλευσεν ἕπεσθαι εἰς Αἴγυπτον: ἐκεῖ γὰρ αὐτοῖς δώσειν κλήρους γῆς: ὃ καὶ μετ᾽ ὀλίγον ἐποίησεν ἐν τῇ Θηβαΐδι φρουρεῖν τὴν χώραν αὐτοῖς προστάξας… Τελευτήσαντος δὲ Ἀλεξάνδρου ἡ μὲν ἀρχὴ εἰς τοὺς διαδόχους ἐμερίσθη, τὸ δὲ ἐπὶ τοῦ Γαριζεὶν ὄρους ἱερὸν ἔμεινεν. εἰ δέ τις αἰτίαν ἔσχεν παρὰ τοῖς Ἱεροσολυμίταις κοινοφαγίας ἢ τῆς ἐν σαββάτοις παρανομίας ἤ τινος ἄλλου τοιούτου ἁμαρτήματος, παρὰ τοὺς Σικιμίτας ἔφευγεν λέγων ἀδίκως ἐκβεβλῆσθαι. τετελευτήκει δὲ κατ᾽ ἐκεῖνον ἤδη τὸν καιρὸν καὶ ὁ ἀρχιερεὺς Ἰαδδοῦς καὶ τὴν ἀρχιερωσύνην Ὀνίας ὁ παῖς αὐτοῦ παρειλήφει. τὰ μὲν δὴ περὶ τοὺς Ἱεροσολυμίτας ἐν τούτοις ἐτύγχανεν ὄντα.

46

«Иудейская война» Иосифа Флавия здесь и далее цитируется в основном в переводе Я. Л. Чертка.

47

Αὖθίς γε μὴν Ἀντίοχος ἐπὶ Μήδους στρατεύσας καιρὸν ἀμύνης αὐτῷ παρεῖχεν: εὐθέως γὰρ ὥρμησεν ἐπὶ τὰς ἐν Συρίᾳ πόλεις, κενάς, ὅπερ ἦν, ὑπολαμβάνων τῶν μαχιμωτέρων εὑρήσειν. Μεδάβην μὲν οὖν καὶ Σαμαγὰν ἅμα ταῖς πλησίον, ἔτι δὲ Σίκιμα καὶ Ἀργαρίζειν αὐτὸς αἱρεῖ, πρὸς αἷς

1 ... 59 60
Перейти на страницу:

Внимание!

Сайт сохраняет куки вашего браузера. Вы сможете в любой момент сделать закладку и продолжить прочтение книги ««Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма - Сергей Петров», после закрытия браузера.

Комментарии и отзывы (0) к книге "«Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма - Сергей Петров"